Le statue di Atena sull’Acropoli
- Scolii a Demostene
Anticamente le statue di
Atena erano tre, tra le quali la famosissima statua crisoelefantina
opera di Fidia.
Παρθενὼν ναὸς ἦν ἐν τῇ ἀκροπόλει παρθένου ᾿Αθηνᾶς περιέχων τὸ ἄγαλμα τῆς
θεοῦ, ὅπερ ἐποίησεν ὁ Φειδίας ὁ ἀνδριαντοπλάστης ἐκ χρυσοῦ καὶ
ἐλέφαντος. Τρία γὰρ ἀγάλματα ἦν ἐν τῇ ἀκροπόλει τῆς ᾿Αθηνᾶς ἐν διαφόροις
τόποις, ἓν μὲν ἐξ ἀρχῆς ὂν ἐξ ἐλαίνου ξύλου , ὅπερ ἐκαλεῖτο πολιάδος
᾿Αθηνᾶς διὰ τὸ αὐτῆς εἶναι τὴν πόλιν, δεύτερον δὲ τὸ ἀπὸ χαλκοῦ μόνου,
ὅπερ ἐποίησαν νικήσαντες οἱ ἐν Μαραθῶνι (ἐκαλεῖτο δὲ τοῦτο προμάχου
᾿Αθηνᾶς), τρίτον ἐποιήσαντο ἐκ χρυσοῦ καὶ ἐλέφαντος, ὡς πλουσιώτεροι
ὄντες οἱ Ἀθηναῖοι ἀπὸ τῆς ἐν Σαλαμῖνι νίκης, ὅσῳ καὶ μείζων ἡ νίκη· καὶ
ἐκαλεῖτο τοῦτο παρθένου ᾿Αθηνᾶς.
Scolii a Demostene 22. 45
sei il visitatore
numero
|