Uno sguardo terribile

Ἥμερον Δαρείου τοῦτο τὸ ἔργον ἀκούω, τοῦ παιδὸς τοῦ ῾Υστάσπου. ᾿Αρίβαζος ὁ ῾Υρκανὸς ἐπεβούλευεν τῷ αὐτῷ μετὰ καὶ ἄλλων ἀνθρώπων οὐκ ἀγνώστωνἐν Πέρσαις. Ἦν δὲ ἡ ἐπιβουλὴ ἐν κυνηγεσίῳ. Ὁ Δαρεῖος προεγίγνωσκε καὶ οὐκ κατέπτησσε, ἀλλὰ προσέτασσε τοῖς συνωμόταις λαμβάνειν τὰ ὅπλα καὶ τοὺς ἵππους καὶ ἐκέλευε διατείνεσθαι τὰ παλτά, καὶ δεινὸν αὐτοῖς ἐνέβλεπε· Διὰ τί οὖν, ἔλεγε, τὸ ὑμέτερον ἔργον οὐ καθίστατε; Οἱ δὲ ἔβλεπον ἄτρεπτον ἀνθρώπου βλέμμα καὶ ἀνεπαύοντο ἐκ τῆς ὁρμῆς. Ὁ φόβος δὲ τοὺς ἀνθρώπους κατεῖχεν οὕτως, ὡς καὶ ἐκβάλλειν τὰς αἰχμὰς καὶ ἀφάλλεσθαι τῶν ἵππων καὶ προσπίπτειν Δαρείῳ καὶ λέγειν ὅτι τοῦ αὐτοῦ κελεύσματα πράσσεινβούλοιντο. Ὁ δὲ διέπεμπεν ἄλλους ἄλλῃ, καὶ τοὺς μὲν ἐπὶ τὰ τῆς ᾿Ινδικῆς ὅρια ἀπέπεμπεν, τοὺς δὲ ἐπὶ τὰ Σκυθικά. Καὶ ἐκεῖνοι ἔμενον αὐτῷ πιστοί, ὅτιδιὰ μνήμης τὴν εὐεργεσίαν εἶχον.

Da Eliano, Varia Historia 6. 14 passim

 

 



 

 

 

 

 

 

 

 

 

 

sei il visitatore numero