Dolore dei Greci per la morte di Ciro - Apollodoro

Il giorno successivo alla sfortunata battaglia di Cunassa viene portata ai Greci la notizia della morte di Ciro, del quale si ignorava ancora la sorte

῞Αμα δὲ τῇ ἡμέρᾳ συνελθόντες οἱ στρατηγοὶ ἐθαύμαζον ὅτι Κῦρος οὔτε ἄλλον πέμπει σημανοῦντα τι χρὴ ποιεῖν οὔτε αὐτὸς φαίνοιτο. Ἔδοξεν οὖν αὐτοῖς συσκευασαμένοις εἶχον καὶ ἐξοπλισαμένοις προϊέναι εἰς τὸ πρόσθεν, ἕως Κύρῳ συμμείξειαν. Ἤδη δὲ ἐν ὁρμῇ ὄντων ἅμα ἡλίῳ ἀνέχοντι ἦλθε Προκλῆς Τευθρανίας ἄρχων, γεγονὼς ἀπὸ Δαμαράτου τοῦ Λάκωνος, καὶ Γλοῦς Ταμώ. Οὗτοι ἔλεγον ὅτι Κῦρος μὲν τέθνηκεν, ᾿Αριαῖος δὲ πεφευγὼς ἐν τῷ σταθμῷ εἴη μετὰ τῶν ἄλλων βαρβάρων ὅθεν τῇ προτεραίᾳ ὡρμῶντο, καὶ λέγει ὅτι ταύτην μὲν τὴν ἡμέραν περιμένοιεν αὐτούς, εἰ μέλλοιεν ἥκειν, τῇ δὲ ἄλλῃ ἀπιέναι φαίη ἐπὶ ᾿Ιωνίας, ὅθενπερ ἦλθε. Ταῦτα ἀκούσαντες οἱ στρατηγοὶ καὶ οἱ ἄλλοι ῞Ελληνες πυνθανόμενοι βαρέως ἔφερον.

Senofonte, Anabasi, 2. 1. 1-4

 

 



 

 

 

 

 

 

 

 

 

 

sei il visitatore numero