Il coraggio degli Spartani aveva il suo fondamento non soltanto nell'addestramento militare ma anche nel fatto di essere stati educati a desiderare la morte in battaglia ᾿Εὐδαμίδας ὁ Ἀρχιδάμου, ᾿Αργείου δέ τινος λέγοντος, ὡς φαυλότεροι γίνονται κατὰ τὰς ἀποδημίας οἱ Λάκωνες ἐξιστάμενοι τῶν πατρίων νομίμων, “᾿Αλλ' οὐχ ὑμεῖς γε’ ἔφη ‘εἰς τὴν Σπάρτην ἤκοντες χείρονες ἀλλὰ βελτίονες γίγνεσθε.’ Ζευξίδαμος, Αἰτωλοῦ δέ τινος λέγοντος ὅτι τοῖς ἀνδραγαθεῖν βουλομένοις κρείσσων τῆς εἰρήνης ὁ πόλεμος, “Οὐ μὰ τοὺς θεούς” ἔφη “ἀλλὰ τούτοις κρείσσων ὁ θάνατος τῆς ζωῆς”. Κλεομένης ὁ Κλεομβρότου, διδόντος αὐτῷ τινος μαχίμους ἀλεκτρυόνας καὶ λέγοντος ὅτι μαχόμενοι ἀποθνῄσκουσι περὶ νίκης, “Τῶν κατακτεινόντων τοίνυν αὐτούς” ἔφη “τινὰς δός μοι, ἐκεῖνοι γὰρ τούτων ἀμείνους”. Ἀναξανδρίδας ὁ Λἑοντος, ἐρωτῶντός τινος διὰ τί ἐν τοῖς πολέμοις Σπαρτιᾶται θαρραλέως κινδυνεύουσιν, “Ὅτι’ ἔφη “αἰδεῖσθαι περὶ βίου μελετῶμεν, οὐχ ὥσπερ οἱ ἄλλοι φοβεῖσθαι”.
Plutarco, Apophthegmata Laconica
passim
sei il visitatore numero
|