Se vuoi visualizzare la struttura, clicca qui
Mercurio e i due taglialegna
Ξυλευόμενός τις παρά τινα ποταμόν, τὸν οἰκεῖον ἀπέβαλε πέλεκυν. Ἀμηχανῶν τοίνυν παρὰ τὴν ὄχθην καθίσας ὠδύρετο. ῾Ερμῆς δὲ μαθὼν τὴν αἰτίαν καὶ οἰκτείρας τὸν ἄνθρωπον, καταδὺς εἰς τὸν ποταμὸν, χρυσοῦν ἀνήνεγκε πέλεκυν καὶ εἰ οὗτός ἐστιν, ὃν ἀπέβαλε, ἤρετο. Τοῦ δὲ μὴ τοῦτον εἶναι εἰπόντος, αὖθις καταβὰς, ἀργυροῦν ἀνεκόμισε. Τοῦ δὲ μηδὲ τοῦτον εἶναι τὸν οἰκεῖον εἰπόντος, ἐκ τρίτου καταβὰς, ἐκεῖνον τὸν οἰκεῖον ἀνήνεγκε. Τοῦ δὲ τοῦτον ἀληθῶς εἶναι τὸν ἑαυτοῦ πέλεκυν εἰπόντος, ῾Ερμῆς, ἀποδεξάμενος αὐτοῦ τὴν δικαιοσύνην, ἅπαντας αὐτῷ ἐδωρήσατο. Ὁ δὲ παραγενόμενος πρὸς τοὺς ἑταίρους τὰ συμβάντα αὐτοῖς ἔλεξεν· ὧν εἷς τις τὰ ἴσα διαπράξασθαι ἐβουλεύσατο, καὶ παρὰ τὸν ποταμὸν ἐλθὼν καὶ τὴν οἰκείαν ἀξίνην ἐξεπίτηδες καταβαλὼν εἰς τὸ ῥεῦμα, κλαίων ἐκάθητο (= se ne stava seduto). Ὁ οὖν ῾Ερμῆς τὴν αἰτίαν μαθὼν κἀκείνου τοῦ θρήνου, καταβὰς ὁμοίως χρυσῆν ἀξίνην ἐξήνεγκε, καὶ ἤρετο, εἰ ταύτην ἀπέβαλε. Τοῦ δὲ σὺν ἡδονῇ εἰπόντος· “Ναὶ ἀληθῶς, ἥδ' ἐστί”, μισήσας ὁ θεὸς τὴν τοσαύτην ἀναίδειαν, οὐ μόνον ἐκείνην κατέσχεν, ἀλλ' οὐδὲ τὴν οἰκείαν παρέσχεν.
Esopo, Favole 183
sei il visitatore numero
|