Scoramento delle forze greche - Senofonte

Dopo l’uccisione a tradimento di tutti i suoi capi, il contingente greco che ha combattuto al fianco del re persiano Ciro si trova solo in una terra sconosciuta, lontano dalla patria e senza la possibilità di sostenere uno scontro armato.

᾿Επεὶ δὲ οἱ στρατηγοὶ ἐν δεσμοῖς καὶ τῶν λοχαγῶν καὶ τῶν στρατιωτῶν οἱ συνεπόμενοι νεκροὶ ἦσαν, ἐν πολλῇ δὴ ἀπορίᾳ ἦσαν οἱ ῞Ελληνες· ἐνενοοῦντο ὅτι ἐπὶ ταῖς βασιλέως θύραις μὲν ἦσαν, κύκλῳ δὲ αὐτοῖς πάντῃ πολλὰ καὶ ἔθνη καὶ πόλεις πολέμιαι ἦσαν, οὐδεὶς δ’ ἔτι παρέχειν ἔμελλεν ἀγοράν, ἀπεῖχον δὲ τῆς ῾Ελλάδος οὐ μεῖον ἢ μύρια στάδια. Πρὸς δὲ τούτοις ἐνενοοῦντο ὅτι οὐδεὶς δ' ἦν ἡγεμὼν τῆς ὁδοῦ, ποταμοὶ δὲ διεῖργον ἀδιάβατοι ἐν μέσῳ τῆς οἴκαδε ὁδοῦ, μόνοι δὲ ἦσαν οὐδ’ ἔχοντες ἱππέα οὐδένα σύμμαχον, ὥστε εὔδηλον ἦν ὅτι νικῶντες μὲν οὐδένα ἂν κατακτείνοιεν, νικώμενοι δὲ αὐτῶν οὐδεὶς ἂν σῴζοιτο. Ταῦτ' ἐννοούμενοι καὶ ἀθύμως ἔχοντες, ὀλίγοι μὲν αὐτῶν εἰς τὴν ἑσπέραν σίτου ἔγευον, ὀλίγοι δὲ πῦρ ἀνέκαιον, ἐπὶ δὲ τὰ ὅπλα πολλοὶ οὐκ ἤρχοντο ταύτην τὴν νύκτα, ἀνεπαύοντο δὲ ὅπου ἐτύγχανον ἕκαστος, οὐ δυνάμενοι καθεύδειν ὑπὸ λύπης καὶ πόθου πατρίδων, γονέων, γυναικῶν, παίδων.

Senofonte, Anabasi, 3. 1. 1-3

 

 



 

 

 

 

 

 

 

 

 

 

sei il visitatore numero