Il rapimento di Elena - Apollodoro

Dopo aver donato la mela d’oro ad Afrodite, ricevendo in cambio la promessa di sposare la donna più bella, Paride si reca a Sparta e, approfittando dell’assenza del re Menelao, rapisce la regina, la bellissima Elena.

Μῆλον περὶ κάλλους Ἔρις ἐμβάλλει Ἥρᾳ καὶ Ἀθηνᾷ καὶ Ἀφροδίτῃ, καὶ κελεύει Ζεὺς Ἑρμῆν εἰς Ἴδην πρὸς Ἀλέξανδρον ἄγειν, ἵνα ὑπ’ἐκείνου διακριθῶσιν. Αἱ δὲ ἐπαγγέλλονται δῶρα δώσειν Ἀλεξάνδρῳ, Ἥρα μὲν πασῶν προκριθεῖσα βασιλείαν πάντων, Ἀθηνᾶ δὲ πολέμου νίκην, Ἀφροδίτη δὲ γάμον Ἑλένης. Ὁ δὲ Ἀφροδίτην προκρίνει καὶ πηξαμένου Φερέκλου ναῦς εἰς Σπάρτην ἐκπλέει. Ἐφ’ἡμέρας δ’ἐννέα ξενισθεὶς παρὰ Μενελάῳ, τῇ δεκάτῃ πορευθέντος εἰς Κρήτην ἐκείνου κηδεῦσαι τὸν μητροπάτορα Κατρέα, πείθει τὴν Ἑλένην ἀπαγαγεῖν σὺν ἑαυτῷ. Ἡ δὲ ἐνναέτη Ἑρμιόνην καταλιποῦσα, ἐνθεμένη τὰ πλεῖστα τῶν χρημάτων, ἀνάγεται τῆς νυκτὸς σὺν αὐτῷ. Ἥρα δὲ αὐτοῖς ἐπιπέμπει χειμῶνα πολύν, ὑφ’οὗ βιασθέντες προσίσχουσι Σιδῶνι. Εὐλαβούμενος δὲ Ἀλέξανδρος μὴ διωχθῇ, πολὺν διέτριψε χρόνον ἐν Φοινίκῃ καὶ Κύπρῳ. Ὡς δὲ ἀπήλπισε τὴν δίωξιν, ἧκεν εἰς Τροίαν μετὰ Ἑλένης.

Apollodoro, Epitome 3. 2-4

 

 



 

 

 

 

 

 

 

 

 

 

sei il visitatore numero