Laomedonte - Apollodoro

La slealtà di Laomedonte, antico re troiano, suscita lo sdegno degli dèi

Συνεβεβήκει δὲ τότε κατὰ μῆνιν ᾿Απόλλωνος καὶ Ποσειδῶνος ἀτυχεῖν τὴν πόλιν. ᾿Απόλλων γὰρ καὶ Ποσειδῶν τὴν Λαομέδοντος ὕβριν πειράσαι θέλοντες, εἰκασθέντες ἀνθρώποις ὑπέσχοντο ἐπὶ μισθῷ τειχιεῖν τὸ Πέργαμον. Τοῖς δὲ τειχίσασι τὸν μισθὸν οὐκ ἀπεδίδου. Διὰ τοῦτο ᾿Απόλλων μὲν λοιμὸν ἔπεμψε, Ποσειδῶν δὲ κῆτος ἀναφερόμενον ὑπὸ πλημμυρίδος, τοὺς ἐν τῷ πεδίῳ συνήρπαζεν ἀνθρώπους. Χρησμῶν δὲ λεγόντων ἀπαλλαγὴν ἔσεσθαι τῶν συμφορῶν, ἐὰν προθῇ Λαομέδων ῾Ησιόνην τὴν θυγατέρα αὐτοῦ τῷ κήτει βοράν, οὗτος προύθηκε ταῖς πλησίον τῆς θαλάσσης πέτραις προσαρτήσας. Ταύτην ἰδὼν ἐκκειμένην ῾Ηρακλῆς ὑπέσχετο σώσειν, εἰ τὰς ἵππους παρὰ Λαομέδοντος λήψεται ἃς Ζεὺς ποινὴν τῆς Γανυμήδους ἁρπαγῆς ἔδωκε. Δώσειν δὲ Λαομέδοντος εἰπόντος, κτείνας τὸ κῆτος ῾Ησιόνην ἔσωσε. Μὴ βουλομένου δὲ τὸν μισθὸν ἀποδοῦναι, πολεμήσειν Τροίᾳ ἀπειλήσας ἀνήχθη.

Apollodoro, 2. 103-4

 

 



 

 

 

 

 

 

 

 

 

 

sei il visitatore numero