Fabrizio e il medico di Pirro - Plutarco
Un esempio di onestà degno degli antichi romani.
Τοῦ Φαβρικίου τὴν ἀρχὴν παραλαβόντος, ἧκεν ἀνὴρ εἰς τὸ στρατόπεδον πρὸς
αὐτόν, ἐπιστολὴν κομίζων ἣν ἔγραψεν ὁ τοῦ βασιλέως ἰατρός,
ἐπαγγελλόμενος φαρμάκοις ἀναιρήσειν τὸν Πύρρον, εἰ χάρις αὐτῷ παρ'
ἐκείνων ὁμολογηθείη λύσαντι τὸν πόλεμον ἀκινδύνως. Ὁ δὲ Φαβρίκιος
δυσχεράνας πρὸς τὴν ἀδικίαν τοῦ ἀνθρώπου, καὶ τὸν συνάρχοντα διαθεὶς
ὁμοίως, ἔπεμψε γράμματα πρὸς τὸν Πύρρον κατὰ τάχος, φυλάττεσθαι τὴν
ἐπιβουλὴν κελεύων. Εἶχε δ' οὕτως τὰ γεγραμμένα·
“Γάιος
Φαβρίκιος καὶ Κόιντος Αἰμίλιος ὕπατοι ῾Ρωμαίων Πύρρῳ βασιλεῖ χαίρειν.
Οὔτε φίλων εὐτυχὴς ἔοικας εἶναι κριτὴς οὔτε πολεμίων. Γνώσῃ δὲ τὴν
πεμφθεῖσαν ἡμῖν ἐπιστολὴν ἀναγνούς, ὅτι χρηστοῖς καὶ δικαίοις ἀνδράσι
πολεμεῖς, ἀδίκοις δὲ καὶ κακοῖς πιστεύεις. οὐδὲ γὰρ ταῦτα σῇ χάριτι
μηνύομεν, ἀλλ' ὅπως μὴ τὸ σὸν πάθος ἡμῖν διαβολὴν ἐνέγκῃ καὶ δόλῳ
δόξωμεν, ὡς ἀρετῇ μὴ δυνάμενοι, κατεργάσασθαι τὸν πόλεμον.”
Plutarco,
Pirro
21. 1-4
sei il visitatore
numero
|