ll carattere dell'avaro- Teofrasto L'avaro non perde occasione di dar prova del suo carattere, a banchetto come al bagno pubblico, nei confronti dei servi e degli amici.
῾Η δὲ αἰσχροκέρδειά ἐστιν ἐπιθυμία κέρδους αἰσχροῦ, ἔστι δὲ τοιοῦτος ὁ αἰσχροκερδής, οἷος ἑστιῶν ἄρτους ἱκανοὺς μὴ παραθεῖναι καὶ δανείσασθαι παρὰ ξένου παρ' αὑτῷ καταλύοντος. Καὶ διανέμων μερίδας φῆσαι δίκαιον εἶναι διμοίρῳ τῷ διανέμοντι δίδοσθαι καὶ εὐθὺς αὑτῷ νεῖμαι. Καὶ ἐπὶ θέαν τηνικαῦτα πορεύεσθαι ἄγων τοὺς υἱεῖς, ἡνίκα προῖκα ἀφιᾶσιν οἱ θεατρῶναι. Καὶ ἀλειφόμενος ἐν τῷ βαλανείῳ [καὶ] εἰπών· Σαπρόν γε τὸ ἔλαιον ἐπρίω, ὦ παιδάριον· τῷ ἀλλοτρίῳ ἀλείφεσθαι. Καὶ τῶν εὑρισκομένων χαλκῶν ἐν ταῖς ὁδοῖς ὑπὸ τῶν οἰκετῶν δεινὸς ἀπαιτῆσαι τὸ μέρος, κοινὸν εἶναι φήσας τὸν ῾Ερμῆν. Καὶ θοἰμάτιον ἐκδοῦναι πλῦναι καὶ χρησάμενος παρὰ γνωρίμου ἐφελκύσαι πλείους ἡμέρας, ἕως ἂν ἀπαιτηθῇ. Καὶ γαμοῦντός τινος τῶν φίλων καὶ ἐκδιδομένου θυγατέρα πρὸ χρόνου τινὸς ἀποδημῆσαι, ἵνα <μὴ> προπέμψῃ προσφοράν.
Teofrasto, 30 passim
sei il visitatore numero
|