Torna all'Indice delle versioni
La
Scultura,
sotto l’aspetto
di una
bella donna,
si presenta
in
sogno
al giovane
Luciano cercando
di convincerlo
a
diventare
scultore,
come lo
zio. Γυνή τις καλλίστη, ἡ Τέχνη, τῷ νεανίᾳ ἔλεγε· «Πρῶτα μὲν θρέψῃ γεννικῶς καὶ τοὺς ὤμους ἕξεις καρτερούς, φθόνου δὲ παντὸς ἀλλότριος ἔσῃ· καὶ οὔποτε ἀπελεύσῃ ἐπὶ τὴν γῆν ἀλλοδαπήν, τὴν πατρίδα καὶ τοὺς οἰκείους καταλείπων, οὐδὲ ἐπὶ λόγοις ἐπαινέσονταί σε πάντες. Μὴ δὲ μυσάττῃ τοῦ σχήματος τὸ εὐτελὲς μηδὲ τῆς ἐσθῆτος τὸ πιναρόν· ἀπὸ γὰρ τοιούτων ὁρμώμενος καὶ Φειδίας ἐκεῖνος ἐδείκνυ τὸν Δία καὶ Πολύκλειτος τὴν Ἥραν εἰργάζετο. Προσκυνοῦνται γοῦν οὗτοι μετὰ τῶν θεῶν. Ὅτε δὴ τούτων εἷς γενήσοιο, κλεινὸς μὲν αὐτὸς παρὰ πᾶσιν ἀνθρώποις ἔσῃ, ζηλωτὸν δὲ καὶ τὸν πατέρα ἀποδείξεις, περίβλεπτον δὲ ἀποφανεῖς καὶ τὴν πατρίδα». Ἡ γυνὴ καλλίστη ταῦτα πάμπολλα ἔλεγε, σπουδῇ πείθειν με πειρωμένη· ἀλλ’ οὐκέτι μιμνήσκω· τὰ πλεῖστα γὰρ ἤδη μου τὴν μνήμην διέφευγεν.
Luciano, Il sogno 7-8 passim
|
In questa sezione, sei il visitatore numero