Viltà e temerarietà - Aristotele

 

Il coraggio per non essere temerarietà, deve essere sottomesso alla ragione

Ἡ γὰρ ἀνδρεία ἀκολούθησις τῷ λόγῳ ἐστίν, ὁ δὲ λόγος τὸ καλὸν αἱρεῖσθαι κελεύει. Διὸ καὶ ὁ μὴ διὰ τοῦτο ὑπομένων αὐτά, οὗτος ἤτοι ἐξέστηκεν ἢ θρασύς· ὁ δὲ διὰ τὸ καλὸν ἄφοβος καὶ ἀνδρεῖος μόνος. Ὁ μὲν οὖν δειλὸς καὶ ἃ μὴ δεῖ φοβεῖται, ὁ δὲ θρασὺς καὶ ἃ μὴ δεῖ θαρρεῖ· ὁ δ' ἀνδρεῖος ἄμφω ἃ δεῖ, καὶ ταύτῃ μέσος ἐστίν. Ἃ γὰρ ἂν ὁ λόγος κελεύῃ, ταῦτα καὶ θαρρεῖ καὶ φοβεῖται. Ὁ δὲ λόγος τὰ μεγάλα λυπηρὰ καὶ φθαρτικὰ οὐ κελεύει ὑπομένειν, ἂν μὴ καλὰ ᾖ. Ὁ μὲν οὖν θρασύς, καὶ εἰ μὴ κελεύει, ταῦτα θαρρεῖ, ὁ δὲ δειλὸς οὐδ' ἂν κελεύῃ· ὁ δὲ ἀνδρεῖος μόνος, ἐὰν κελεύῃ.

 Aristotele, Etica Eudemia 1229a. 1-11

 

 

 

 

 

 

 

 

 

sei il visitatore numero