Semiramide alla conquista della regione indiana - Diodoro Siculo

Una cortigiana salita al trono con l'inganno, si rivela una grande regina.

Η δὲ Σεμίραμις, Ἀσσυρίων βασίλεια, ἔχουσα δὲ δυνάμεις μεγάλας καὶ πολυχρόνιον εἰρήνην ἄγουσα ἔργα κατὰ πόλεμον λαμπρὰ ἐβουλεύετο πράσσειν. Πυνθανομένη δὲ τὸ τῶν ᾿Ινδῶν ἔθνος μέγιστον εἶναι τῶν κατὰ τὴν οἰκουμένην καὶ νέμεσθαι πλείστην καὶ καλλίστην χώραν, διενοεῖτο στρατεύειν εἰς τὴν ᾿Ινδικήν. Ἡ γὰρ ᾿Ινδικὴ χώρα διάφορος οὖσα τῷ κάλλει, πολλοῖς ποταμοῖς ἀρδεύεται καὶ διττοὺς κατ' ἐνιαυτὸν ἐκφέρει καρπούς· διὸ καὶ τῶν ἐπιτηδείων τοσοῦτον ἔχει πλῆθος ὥστε διὰ παντὸς ἄφθονον ἀπόλαυσιν τοῖς ἐγχωρίοις παρέχεσθαι. Λέγεται δὲ μηδέποτε ἐν τῇ ᾿Ινδικῇ γίγνεσθαι σιτοδείαν φθορὰν καρπῶν διὰ τὴν εὐκρασίαν τῶν τόπων.

Diodoro Siculo, Bibliotheca historica 2. 1-3 passim

 



 

 

 

 

 

 

 

 

 

 

sei il visitatore numero