Se vuoi visualizzare la struttura, clicca qui
Nel 386 a. c. il re persiano Artaserse, d’accordo con gli Spartani,
si propone quale garante della pace tra le pòleis greche,
divise da antiche inimicizie.
Oἱ μὲν οὖν ᾿Αθηναῖοι, ὁρῶντες μὲν πολλὰς τὰς πολεμίας ναῦς,
φοβούμενοι
δὲ
μὴ
ὡς
πρότερον
καταπολεμηθείησαν,
συμμάχου
Λακεδαιμονίοις
βασιλέως
γεγενημένου,
πολιορκούμενοι
δ'
ἐκ
τῆς
Αἰγίνης
ὑπὸ
τῶν
λῃστῶν,
διὰ
ταῦτα
μὲν
ἰσχυρῶς
ἐπεθύμουν
τῆς
εἰρήνης.
Οἱ
δ'
αὖ
Λακεδαιμόνιοι,
φρουροῦντες
μόρᾳ
μὲν
ἐν
Λεχαίῳ,
μόρᾳ
δ'
ἐν
᾿Ορχομενῷ,
φυλάττοντες
δὲ
τὰς
πόλεις,
πράγματα
δ'
ἔχοντες
καὶ
παρέχοντες
περὶ
τὴν
Κόρινθον,
χαλεπῶς
ἔφερον
τῷ
πολέμῳ.
Οἵ
γε
μὴν
᾿Αργεῖοι,
γιγνώσκοντες
ὅτι
ἡ
τῶν
μηνῶν
ὑποφορὰ
οὐδὲν
ἔτι
σφᾶς
ὠφελήσει,
καὶ
οὗτοι
εἰς
τὴν
εἰρήνην
πρόθυμοι
ἦσαν.
Ὥστ'
ἐπεὶ
παρήγγειλεν
ὁ
Τιρίβαζος
παρέρχεσθαι
τοὺς
βουλομένους
ὑπακοῦσαι
ἣν
βασιλεὺς
εἰρήνην
καταπέμποι,
ταχέως
παρεγένοντο.
Ἐπεὶ
δὲ
συνῆλθον,
ὁ
Τιρίβαζος
ἐπιδείξας
τὰ
βασιλέως
σημεῖα
ἀνεγίγνωσκε
τὰ
ὑπὸ τοῦ
βασιλέως
γραφέντα.
Εἶχε
δὲ
ὧδε. Senofonte, Elleniche, 5. 1. 29-30 passim
sei il visitatore numero
|