Morte di Remo

 

Struttura

 

 Laproposizione principale èsegnata In rosso

 

Le proposizioni dipendenti o coordinate sono racchiuse tra parentesi

 

 

 

  • Ὁ ῾Ρωμύλος (κτίζων τὴν ῾Ρώμην) τάφρον περιέβαλε τῷ Παλατίῳ κατὰ σπουδήν, (μή τινες τῶν περιοίκων ἐπιβάλωνται κωλύειν αὐτοῦ τὴν προαίρεσιν).
  • Ὁ δὲ ῾Ρέμος (βαρέως φέρων ἐπὶ τῷ διεσφάλθαι τῶν πρωτείων), (φθονῶν δὲ τῆς εὐτυχίας τῷ ἀδελφῷ), (προσιὼν τοῖς ἐργαζομένοις) ἐβλασφήμει·
  • ἀπεφήνατο γὰρ (στενὴν εἶναι τὴν τάφρον), (καὶ ἐπισφαλῆ ἔσεσθαι τὴν πόλιν), (τῶν πολεμίων ῥᾳδίως αὐτὴν ὑπερβαινόντων).
  • Ὁ δὲ ῾Ρωμύλος (ὀργιζόμενος) ἔφη·
  • “Παραγγελῶ πᾶσι τοῖς πολίταις ἀμύνασθαι τὸν ὑπερβαίνειν ἐπιχειροῦντα”.
  • Καὶ πάλιν ὁ ῾Ρέμος (τοῖς ἐργαζομένοις ὀνειδίζων) ἔφη (στενὴν κατασκευάζειν τὴν τάφρον)·
  • (εὐχερῶς γὰρ ὑπερβήσεσθαι τοὺς πολεμίους)·
  • (καὶ γὰρ αὐτὸς ῥᾳδίως τοῦτο πράττειν)·
  • καὶ (ἅμα ταῦτα λέγων) ὑπερήλατο.
  • Ἦν δέ τις Κέλερος, εἷς τῶν ἐργαζομένων, [ὃς (ὑπολαβών), … φησίν]
  • “᾿Εγὼ δέ, … , ἀμυνοῦμαι τὸν ὑπερπηδῶντα κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως”,
  • καὶ (ἅμα ταῦτα λέγων) ἀνέτεινε τὸ σκαφεῖον [καὶ (πατάξας τὴν κεφαλὴν) ἀπέκτεινε τὸν ῾Ρέμον].