Morte di Epaminonda - Diodoro Siculo

La battaglia di Mantinea segna  con la morte del grande generale Epaminonda la fine dell'egemonia tebana.

Επαμεινώνδας δ' ἔτι ζῶν εἰς τὴν παρεμβολὴν ἀπηνέχθη, καὶ τῶν συγκληθέντων ἰατρῶν ἀποφηναμένων, ὅτι πάντως, ὅταν ἐκ τοῦ θώρακος ἐξαιρεθῇ τὸ δόρυ, συμβήσεται καὶ τὸν θάνατον ἐπακολουθῆσαι, εὐψυχότατα τὴν τοῦ βίου καταστροφὴν ἐποιήσατο. Πρῶτον μὲν γὰρ τὸν ὑπασπιστὴν προσκαλεσάμενος ἐπηρώτησεν, εἰ διασέσωκε τὴν ἀσπίδα. Τοῦ δὲ φήσαντος καὶ  θέντος αὐτὴν πρὸ τῆς ὁράσεως, πάλιν ἐπηρώτησε, πότεροι νενικήκασιν. Ἀποφαινομένου δὲ τοῦ παιδός, ὅτι Βοιωτοὶ νενικήκασιν, ῞Ωρα, φησίν, ἐστὶ τελευτᾶν, καὶ προσέταξεν ἐκσπάσαι τὸ δόρυ. Ἀναβοησάντων δὲ τῶν παρόντων φίλων, καί τινος εἰπόντος ὅτι Τελευτᾷς ἄτεκνος, ᾿Επαμεινώνδα, καὶ δακρύσαντος, Μὰ Δία μέν, φησίν, ἀλλὰ καταλείπω δύο  θυγατέρας, τήν τε ἐν Λεύκτροις νίκην καὶ τὴν ἐν Μαντινείᾳ. Καὶ τοῦ δόρατος ἐξαιρεθέντος ἄνευ πάσης ταραχῆς ἐξέπνευσεν.

Diodoro Siculo, 15. 87. 5-6

 

 



 

 

 

 

 

 

 

 

 

 

sei il visitatore numero