La dodicesima fatica di Eracle consiste nel portare Cerbero fuori dall'Ade. Δωδέκατον ἆθλον ἐπετάγη Κέρβερον ἐξ ῞Αιδου κομίζειν. Εἶχε δὲ οὗτος τρεῖς μὲν κυνῶν κεφαλάς, τὴν δὲ οὐρὰν δράκοντος, κατὰ δὲ τοῦ νώτου παντοίων εἶχεν ὄφεων κεφαλάς. Μέλλων οὖν ἐπὶ τοῦτον ἀπιέναι ἦλθε πρὸς Εὔμολπον εἰς ᾿Ελευσῖνα, βουλόμενος μυηθῆναι. Μὴ δυνάμενος δὲ ἰδεῖν τὰ μυστήρια ἐπείπερ οὐκ ἦν ἡγνισμένος τὸν Κενταύρων φόνον, ἁγνισθεὶς ὑπὸ Εὐμόλπου τότε ἐμυήθη. Καὶ παραγενόμενος ἐπὶ Ταίναρον τῆς Λακωνικῆς, οὗ τῆς <εἰς> ῞Αιδου καταβάσεως τὸ στόμιόν ἐστι, διὰ τούτου ἐπῄει. Ὁπηνίκα δὲ εἶδον αὐτὸν αἱ ψυχαί, χωρὶς Μελεάγρου καὶ Μεδούσης τῆς Γοργόνος ἔφυγον. Ἐπὶ δὲ τὴν Γοργόνα τὸ ξίφος ὡς ζῶσαν ἕλκει, καὶ παρὰ ῾Ερμοῦ μανθάνει ὅτι κενὸν εἴδωλόν ἐστι. Πλησίον δὲ τῶν ῞Αιδου πυλῶν γενόμενος Θησέα εὗρε καὶ Πειρίθουν τὸν Περσεφόνης μνηστευόμενον γάμον καὶ διὰ τοῦτο δεθέντα.
Apollodoro, 2. 122-124
passim
sei il visitatore numero
|