I discorsi devono essere utili a chi li ascolta - Isocrate

Unica medicina per le anime malate sono i discorsi utili

Οὐ μὴν ἀλλ' αἰσχυνθείην ἂν, εἰ φανείην μᾶλλον φροντίζων τῆς ἐμαυτοῦ δόξης ἢ τῆς κοινῆς σωτηρίας. ᾿Εμὸν μὲν οὖν ἔργον ἐστὶν καὶ τῶν ἄλλων τῶν κηδομένων τῆς πόλεως προαιρεῖσθαι τῶν λόγων μὴ τοὺς ἡδίστους, ἀλλὰ τοὺς ὠφελιμωτάτους·  ὑμᾶς δὲ χρὴ πρῶτον μὲν τοῦτο γιγνώσκειν, ὅτι τῶν μὲν περὶ τὸ σῶμα νοσημάτων πολλαὶ θεραπεῖαι καὶ παντοδαπαὶ τοῖς ἰατροῖς εὕρηνται, ταῖς δὲ ψυχαῖς ταῖς ἀγνοούσαις καὶ γεμούσαις πονηρῶν ἐπιθυμιῶν οὐδέν ἐστιν ἄλλο φάρμακον πλὴν λόγος τολμῶν τοῖς ἁμαρτανομένοις ἐπιπλήττειν, ἔπειθ' ὅτι καταγέλαστόν ἐστιν τὰς μὲν καύσεις καὶ τὰς τομὰς τῶν ἰατρῶν ὑπομένειν ἵνα πλειόνων ἀλγηδόνων ἀπαλλαγῶμεν, τοὺς δὲ λόγους ἀποδοκιμάζειν πρὶν εἰδέναι σαφῶς, εἰ τοιαύτην ἔχουσιν τὴν δύναμιν ὥστ' ὠφελῆσαι τοὺς ἀκούοντας.  Isocrate, De pace 39-40

 

 



 

 

 

 

 

 

 

 

 

 

sei il visitatore numero