Atteone sbranato dai suoi cani - da Apollodoro

Vai alla versione in italiano

Atteone paga a duro prezzo la colpa, anche se involontaria, di aver visto Artemide fare il bagno. Trasformato in cervo, viene sbranato dai suoi stessi cani che non lo riconoscono

 

Αὐτονόης δὲ καὶ ᾿Αρισταίου ᾿Ακταίων παῖς  ἦν. Ὁ δὲ ᾿Ακταίων  ἐτρέφετο παρὰ Χείρωνι καὶ ἐγίγνετο δεινὸς κυνηγέτης, ἔπειτα ἐν τῷ Κιθαιρῶνι κατεβιβρώσκετο ὑπὸ τῶν ἰδίων κυνῶν. Ὁ μὲν ᾿Ακουσίλαος λέγει τὸν ᾿Ακταίωνα ἀποθνήσκειν διὰ τὴν Διὸς μῆνιν· ᾿Ακταίων ἐμνστευε Σεμέλην· οἱ δὲ πολλοὶ λέγουσιν αὐτὸν τελευτᾶν ὅτι ἑώρα τὴν ῎Αρτεμιν λουομένην. Καί φασι τὴν θεὰν παραχρῆμα ἀλλάσσειν τὴν μορφὴν αὐτοῦ εἰς ἔλαφον καὶ ἐμβάλλειν λύσσαν κυσὶν αὐτοῦ καὶ τοὺς κύνας κατὰ ἄγνοιαν βιβρώσκειν αὐτόν. ᾿Απολλουμένου δ' ᾿Ακταίωνος, οἱ κύνες ἐπιζητοῦντες τὸν δεσπότην μεγάλα κατωρύοντο καὶ παρεγίγνοντο ἐπὶ τὸ τοῦ Χείρωνος ἄντρον· ὁ δὲ Χείρωνκατεσκεύαζεν εἴδωλον ᾿Ακταίωνος, ὃ ἔπαυε τὴν λύπην αὐτῶν.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

sei il visitatore numero